eE04.4 Übung Formen erkennen _blank

Bitte markiert oder unterstreicht

jede Form im Neutrum:

Ἀρίων, ὁ γνώριμος κιθαρῳδός, πολὺν μὲν χρόνον ἐν Ἰταλίᾳ τε καὶ Σικελίᾳ διατρίβει καὶ τῇ τοῦ διθυράμβου τέχνῃ πολλὰ χρήματα συλλέγει. νῦν δὲ ἐν Τάραντι πλοῖον Κορινθίων ναυτικῶν τινων εἰσβαίνει. ἡ γὰρ πορεία τούτων ἀπὸ Ἰταλίας εἰς Κόρινθόν ἐστιν. οἱ δὲ ναυτικοὶ μανθάνουσιν, ὅτι Ἀρίων ἐν τῷ φορτίῳ αὐτοῦ πολὺ ἀργύριον ἔχει. καὶ δοκεῖ αὐτοῖς φονεύειν τὸν κιθαρῳδὸν καὶ ἁρπάζειν τὸ ἀργύριον αὐτοῦ.

jedes Nomen im Akk.Sg.f.:

ὁ μὲν Ἀρίων τὴν ἐπιβουλὴν μανθάνει καὶ φεύγει ἐπὶ τὴν τοῦ πλοίου πρῷραν καὶ ἱκετεύει, ὄτι λαμβάνετε τὸν ἐμὸν ἀργύριον, ἀλλὰ μὴ τὴν ψυχήν. οἱ δὲ ναυτικοὶ λέγουσιν· ἀναγκαῖόν ἐστιν, ὅτι μετὰ τοῦ σοῦ ἀργυρίου τὴν ψυχὴν ἀπολλύεις. τὰ δὲ τελευταῖα λέγει ἐκεῖνος τάδε· ἐσχάτη μοι εὐχή ἐστιν μόνη, ὅτι μοι ὕστατον ἐπιτρέπετε ᾠδήν ᾄδειν.

alle Nomina im Dativ:

καὶ οἱ ναυτικοὶ χαίρουσιν, ὡς αὐτοῖς ἔξεστιν τοῦ κιθαρῳδοῦ τοῦ ἀρίστου τὴν καλλίστην ᾠδὴν ἀκούειν. ὁ δὲ λαμβάνει τὴν κιθάραν καὶ ἀείδει μακρᾷ φωνῇ. καὶ ἔπειτα εἰς τὴν θάλασσαν πίπτει. τύχῃ δὲ μακρὸς δελφὶν τήν ᾠδὴν ἀκούει καὶ ἀσπασίως ἥκει. ἀλλὰ μάλιστα θαυμάσιά ἐστιν τάδε. αὐτός γε ὁ δελφὶν τόν κιθαρῳδὸν ὑπολαμβάνει ἐπὶ τὸ νῶτον καὶ φέρει αὐτὸν ἐπὶ τὴν Πελοπόννησον.