p06 Lysias1, 17-21
1 | ταῦτα εἰποῦσα, ὦ ἄνδρες, ἐκείνη μὲν ἀπηλλάγη, | ἐκείνη: d.i. die Alte aus l19_Text |
2 | ἐγὼ δ᾽ εὐθέως ἐταραττόμην, |
|
3 | καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦν ὑποψίας, |
|
4 | ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ δωματίῳ, | PC > kausal oder temporal |
5 | ἀναμιμνῃσκόμενος δὲ |
|
6 | ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα καὶ ἡ αὔλειος, |
|
7 | ὃ οὐδέποτε ἐγένετο, | erg.: "sonst" |
8 | ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι. | Forts. des ὅτι-Satzes in Z.6 |
9 | ταῦτά μου πάντα εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦν ὑποψίας. |
|
10 | ἐλθὼν δὲ οἴκαδε ἐκέλευον |
|
11 | ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν, |
|
12 | ἀγαγὼν δ᾽ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον | ὡς m.Akk.: Präpos. - ἐπιτήδειος: "Bekannter" |
13 | ὅτι ἐγὼ πάντα εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ οἰκίᾳ· | |
14 | »σοὶ οὖν« ἔφην »ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι, | δυοῖν: Gen.Dual.n: "von zwei Dingen": DN |
15 | ἢ μαστιγωθεῖσαν εἰς μύλωνα ἐμπεσεῖν | Die Mühle bedeutete harte Strafarbeit. |
16 | καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις συνεχομένην, | συνεχομένην: PC zum Inf. wie in Z. 15 |
17 | ἢ κατειποῦσαν ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν, |
|
18 | ἀλλὰ συγγνώμης παρ᾽ ἐμοῦ τυχεῖν τῶν ἡμαρτημένων. | τῶν ἡμαρτημένων: gehört zu συγγνώμης |
19 | ψεύσῃ δὲ μηδέν, ἀλλὰ πάντα τἀληθῆ λέγε.« | Prohibitiv Sy12 - μηδέν: adv.Akk. für μή |
20 | κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνος ἦν, |
|
21 | καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι· οὐδὲν γὰρ εἰδέναι· | zu εἰδέναι erg. αὐτήν > AcI als ind. Rede |
22 | ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένους πρὸς αὐτήν, |
|
23 | καὶ εἶπον ὅτι οὗτος ὁ φοιτῶν εἴη πρὸς τὴν γυναῖκα, | πρὸς τὴν γυναῖκα gehört zu ὁ φοιτῶν |
24 | ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶς ἐγνωκέναι. |
|
25 | καὶ τότε ἤδη πρὸς τὰ γόνατά μου πεσοῦσα, | PC > temporal, vorzeitig |
26 | καὶ πίστιν παρ᾽ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν, | zu πείσεσθαι erg. αὐτήν > AcI |
27 | κατηγόρει πρῶτον μὲν ὡς μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι, | zu προσίοι erg. "er", nämlich Eratosthenes |
28 | ἔπειτα ὡς αὐτὴ τελευτῶσα εἰσαγγείλειε | αὐτὴ: die Magd - zu εἰσαγγείλειε erg. αὐτόν |
29 | καὶ ὡς ἐκείνη τῷ χρόνῳ πεισθείη, |
|
30 | καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο, | τὰς εἰσόδους: adv.Akk. - οἷς τρόποις: Dat.modi |
31 | καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος | Θεσμοφορίοις: "am Thesmophorienfest" |
32 | ᾤχετο εἰς τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου· | zu ᾤχετο erg. "die Frau" |
33 | καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο. |
|
34 | ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ, εἶπον ἐγώ, | αὐτῇ: Dativ beim Passiv = ὑπὸ αυτῆς |
35 | »ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται· | ὅπως + Fut./Konj.: final "dass" |
36 | εἰ δέ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμ᾽ ὡμολογημένων. | μή: hier "doch" - πρός hier: "von" |
37 | ἀξιῶ δέ σε ἐπ᾽ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι· |
|
38 | ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, | οὐδέν: adv.Akk. = οὐκ |
39 | ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει.« | τὸ ἔργον: "die Sache" |
40 | ὡμολόγει ταῦτα ποιήσειν. |
|
41 | καὶ μετὰ ταῦτα διεγένοντο ἡμέραι τέσσαρες ἢ πέντε, ... | τέσσαρες ἢ πέντε: DN |