p25 Paton.ep.VII.347b-348e

www.perseus.tufts.edu/hopper/text

ταῦτά μοι δόξαντα[1], εἰς τὴν ὑστεραίαν εἶπον πρὸς Διονύσιον ὅτι ‘δέδοκταί [347ξ] μοι μένειν· ἀξιῶ μήν,’ ἔφην, ‘μὴ κύριον ἡγεῖσθαί σε Δίωνος ἐμέ, πέμπειν δὲ μετ᾽ ἐμοῦ σὲ παρ᾽ αὐτὸν γράμματα τὰ νῦν δεδογμένα δηλοῦντα, καὶ ἐρωτᾶν εἴτε ἀρκεῖ ταῦτα αὐτῷ, καὶ εἰ μή, βούλεται δὲ ἄλλ᾽ ἄττα καὶ ἀξιοῖ, καὶ ταῦτα ἐπιστέλλειν[2] ὅτι τάχιστα, σὲ δὲ νεωτερίζειν μηδέν πω τῶν περὶ ἐκεῖνον.’ ταῦτα ἐρρήθη, ταῦτα[3] συνωμολογήσαμεν, ὡς νῦν εἴρηται σχεδόν. ἐξέπλευσεν δὴ τὰ πλοῖα μετὰ τοῦτο, καὶ οὐκέτι μοι δυνατὸν ἦν πλεῖν, ὅτε δή μοι καὶ [347δ] Διονύσιος ἐμνήσθη λέγων ὅτι τὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι Δίωνος, τὴν δ᾽ ἡμίσειαν τοῦ ὑέος· ἔφη δὴ πωλήσειν αὐτήν, πραθείσης δὲ τὰ μὲν ἡμίσεα ἐμοὶ δώσειν ἄγειν[4], τὰ δ᾽ ἡμίσεα τῷ παιδὶ καταλείψειν αὐτοῦ· τὸ γὰρ δὴ δικαιότατον οὕτως ἔχειν. πληγεὶς δ᾽ ἐγὼ τῷ λεχθέντι πάνυ μὲν ᾤμην γελοῖον εἶναι ἀντιλέγειν ἔτι, ὅμως δ᾽ εἶπον ὅτι χρείη τὴν παρὰ Δίωνος ἐπιστολὴν περιμένειν ἡμᾶς καὶ ταῦτα πάλιν αὐτὰ ἐπιστέλλειν. ὁ δὲ ἑξῆς τούτοις πάνυ νεανικῶς [347ε] ἐπώλει τὴν οὐσίαν αὐτοῦ πᾶσαν, ὅπῃ τε καὶ ὅπως ἤθελε καὶ οἷστισι, πρὸς ἐμὲ δὲ οὐδὲν ὅλως ἐφθέγγετο περὶ αὐτῶν, καὶ μὴν ὡσαύτως ἐγὼ πρὸς ἐκεῖνον αὖ περὶ τῶν Δίωνος πραγμάτων οὐδὲν ἔτι διελεγόμην· οὐδὲν γὰρ ἔτι πλέον ᾤμην ποιεῖν[5].
μέχρι μὲν δὴ τούτων ταύτῃ μοι[6] βεβοηθημένον ἐγεγόνει[7] φιλοσοφίᾳ καὶ φίλοις· τὸ δὲ μετὰ ταῦτα ἐζῶμεν ἐγὼ καὶ [348α] Διονύσιος, ἐγὼ μὲν βλέπων ἔξω, καθάπερ ὄρνις ποθῶν ποθεν ἀναπτέσθαι, ὁ δὲ διαμηχανώμενος τίνα τρόπον ἀνασοβήσοι με μηδὲν ἀποδοὺς τῶν Δίωνος· ὅμως δὲ ἔφαμεν ἑταῖροί γε εἶναι πρὸς πᾶσαν Σικελίαν. τῶν δὴ μισθοφόρων τοὺς πρεσβυτέρους Διονύσιος ἐπεχείρησεν ὀλιγομισθοτέρους ποιεῖν παρὰ τὰ τοῦ πατρὸς ἔθη[8], θυμωθέντες δὲ οἱ στρατιῶται συνελέγησαν ἁθρόοι καὶ οὐκ ἔφασαν ἐπιτρέψειν. ὁ δ᾽ ἐπεχείρει [348β] βιάζεσθαι κλείσας τὰς τῆς ἀκροπόλεως πύλας[9], οἱ δ᾽ ἐφέροντο εὐθὺς πρὸς τὰ τείχη, παιῶνά τινα ἀναβοήσαντες βάρβαρον καὶ πολεμικόν· οὗ δὴ περιδεὴς Διονύσιος γενόμενος ἅπαντα συνεχώρησεν καὶ ἔτι πλείω τοῖς τότε συλλεχθεῖσι τῶν πελταστῶν[10]. λόγος δή τις ταχὺ διῆλθεν ὡς Ἡρακλείδης[11] αἴτιος εἴη γεγονὼς πάντων τούτων· ὃν ἀκούσας ὁ μὲν Ἡρακλείδης ἐκποδὼν αὑτὸν ἔσχεν ἀφανῆ, Διονύσιος [348ξ] δὲ ἐζήτει λαβεῖν, ἀπορῶν δέ, Θεοδότην[12] μεταπεμψάμενος εἰς τὸν κῆπον[13]—ἔτυχον δ᾽ ἐν τῷ κήπῳ καὶ ἐγὼ τότε περιπατῶν—τὰ μὲν οὖν ἄλλα οὔτ᾽ οἶδα οὔτ᾽ ἤκουον διαλεγομένων, ἃ δὲ ἐναντίον εἶπεν Θεοδότης ἐμοῦ πρὸς Διονύσιον, οἶδά τε καὶ μέμνημαι. ‘Πλάτων[14] γάρ,’ ἔφη, ‘Διονύσιον ἐγὼ πείθω τουτονί, ἐὰν ἐγὼ γένωμαι δεῦρο Ἡρακλείδην κομίσαι δυνατὸς ἡμῖν εἰς λόγους περὶ τῶν ἐγκλημάτων αὐτῷ τῶν νῦν γεγονότων, ἂν ἄρα μὴ δόξῃ δεῖν αὐτὸν οἰκεῖν ἐν Σικελίᾳ, τόν τε ὑὸν λαβόντα καὶ τὴν γυναῖκα ἀξιῶ εἰς [348δ] Πελοπόννησον ἀποπλεῖν, οἰκεῖν τε βλάπτοντα μηδὲν Διονύσιον ἐκεῖ, καρπούμενον δὲ τὰ ἑαυτοῦ. μετεπεμψάμην μὲν οὖν καὶ πρότερον αὐτόν, μεταπέμψομαι δὲ καὶ νῦν, ἄντ᾽ οὖν ἀπὸ τῆς προτέρας μεταπομπῆς ἄντε καὶ ἀπὸ τῆς νῦν ὑπακούσῃ μοι· Διονύσιον δὲ ἀξιῶ καὶ δέομαι, ἄν τις ἐντυγχάνῃ Ἡρακλείδῃ ἐάντ᾽ ἐν ἀγρῷ ἐάντ᾽ ἐνθάδε, μηδὲν ἄλλο [348ε] αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστῆναι δ᾽ ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίῳ δόξῃ. ταῦτα,’ ἔφη, ‘συγχωρεῖς;’ λέγων πρὸς τὸν Διονύσιον. ‘συγχωρῶ· μηδ᾽[15] ἂν πρὸς τῇ σῇ,’ ἔφη, ‘φανῇ οἰκίᾳ, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα.’

 


[1] ταῦτά μοι δόξαντα  ταυτῶν μοι δοξάντων

[2] erg. αὐτόν (=Dion)

[3] ταῦτα ... ταῦτα Anapher anstelle der Syndese

[4] ἄγειν finaler Infinitiv: sie mitzunehmen

[5] ποιεῖν bewirken/ tun können

[6] μοι Dat.auctoris beim PPP

[7] βεβοηθημένον ἐγεγόνει Umschreibung der 3.Ind.Plqup.Pass.: es war geholfen worden

[8] Die Macht des Dionysios I. stützte sich vor allem auf Söldner

[9] Die Söldner hatten ihr Lager zwischen der Akropolis mit ihren Mauern und der umgebenden Festungsmauer.

[10] πελτασταί Die barbarischen Söldner in Syrakus waren Leichtbewaffnete

[11] Ἡρακλείδης Anführer der Söldner

[12] Θεοδότης Onkel des Herakleides, wie Herkleides Parteigänger Platons

[13] Anakaloth: Der Satz wird nicht abgeschlossen, sondern nach der Parenthese neuer Satz

[14] Πλάτων Vokativ - γάρ am Anfang der Rede: etwa dt. "Ja, ..."

[15] erg. αὐτὸν AcI der indirekten Rede als Imperativ: auch soll er nicht ...