pDem9.60-70 Text

[60] οὗτος τὰ μὲν ἄλλ᾽ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθ᾽ ὑπὸ τοῦ δήμου, πόλλ᾽ ἂν εἴη[1] λέγειν· ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετ᾽ αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν. συστραφέντες δ᾽ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν.

 

[61] ὁρῶν δὲ ταῦθ᾽ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον[2] ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθ᾽ οἱ μὲν ἐπ᾽ ἐξουσίας ὁπόσης ἐβούλοντ᾽ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷ᾽ ἔπαθεν μεμνημένοι[3]. οὕτω δ᾽ ἀθλίως διέκειντο, ὥστ᾽ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δ᾽ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.

 

[62] τῆς πόλεως δ᾽ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς[4] καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δ᾽ ἀποκτείναντες, ὁ δ᾽ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.

 

[63] τί οὖν ποτ᾽ αἴτιον, θαυμάζετ᾽ ἴσως, τὸ[5] καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ[6] παρ᾽ ὑμῖν, ὅτι[7] τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις[8] ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· [9]τὰ γὰρ πράγματ᾽ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δ᾽ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.

 

[64] εἰσφέρειν ἐκέλευον, οἱ δ᾽ οὐδὲν δεῖν ἔφασαν· πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ᾽ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ᾽, ἵνα μὴ καθ᾽ ἕκαστα λέγω· οἱ μὲν ἐφ᾽ οἷς χαριοῦνται, ταῦτ᾽ ἔλεγον, οἱ δ᾽ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν[10] οὐδὲ δι᾽ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλ᾽ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.

 

[65] ὃ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικ᾽ ἐγὼ μὴ πάθηθ᾽ ὑμεῖς, ἐπειδὰν εἰδῆτ᾽ ἐκλογιζόμενοι μηδὲν ἔθ᾽ ὑμῖν ἐνόν. καίτοι μὴ γένοιτο μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματ᾽ ἐν τούτῳ· τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάς. καλήν γ᾽ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν αὑτούς, τὸν δ᾽ Εὐφραῖον ἐώθουν·

 

[66] καλήν γ᾽ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δ᾽ ἐνέδωκεν αὑτόν· δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι. καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δ᾽ Ἀπολλωνίδην ἐκβαλόντων.

 

[67] μωρία καὶ κακία τὰ τοιαῦτ᾽ ἐλπίζειν, καὶ κακῶς βουλευομένους[11] καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος[12] ὥστε μηδέν, μηδ᾽ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι.

 

[68] καὶ μὴν ἐκεῖνό γ᾽ αἰσχρόν, ὕστερόν ποτ᾽ εἰπεῖν ‘τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δί᾽, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.’ πόλλ᾽ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότ᾽ εἰ[13] προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλ᾽ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι.

 

[69] ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τ᾽ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντ᾽ ἄνδρ᾽ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθ᾽ ἑκὼν μήτ᾽ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δ᾽ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή.

 

[70] καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δί᾽ ἐρῶ, καὶ γράψω δέ, ὥστ᾽ ἂν βούλησθε χειροτονήσετε. αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γ᾽ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·

 

 


[1] εἴη = ἐξείη

[2] ἐπιτήδειον erg. εἶναι

[3] μεμνημένοι: Anakoluth, Übergang von Sg. in Pl.

[4] ἑαυτοὺς: reflexiv zu οἱ μέν

[5] τὸ ...: „in Bezug darauf, dass = dafür, dass“

[6] ὅπερ καὶ ὑμῖν: „für das auch, was bei uns = Wie auch bei uns“

[7] ὄτι: „dass nämlich“

[8] βουλομένοις: einschränkend „obwohl, selbst wenn sie wollen“

[9] ordne: ἀνάγκη γὰρ σκοπεῖν ὅπως τὰ πράγματα σωθήσεται·

[10]πρὸς χάριν: hier „weil es gefällt, angenehm ist“

[11] βουλευομένους und die folgenden PC ohne Beziehungswort, daher am besten mit „man“ (τινάς) zu übersetzen

[12] τὸ μέγεθος: Akk.Graecus

[13] ἃ τότ᾽ εἰ …: relat. Verschränkung, am besten das Relativpronomen als Demonstrativum auffassen.