pDem9.70-76 Text

[70] καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι,

πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; [1]πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται.

ἐγὼ νὴ Δί᾽ ἐρῶ, καὶ γράψω δέ,

ὥστ᾽ ἂν βούλησθε χειροτονήσετε.

αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι,

τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω·

καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι,

ἡμῖν γ᾽ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·

 [71] ταῦτα δὴ πάντ᾽ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ

τοὺς ἄλλους ἤδη παρακαλῶμεν,

καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ,

εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω

(οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε[2]

τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι),

ἵν᾽ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε

καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ,

εἰ δὲ μή, χρόνους γ᾽ ἐμποιῆτε τοῖς πράγμασιν.

[72] ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα

καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος,

οὐδὲ τοῦτ᾽ ἄχρηστον,

οὐδ᾽ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι,

ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ

καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν,

καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον

καὶ μήτ᾽ ἐπ᾽ Ἀμβρακίαν ἐλθεῖν μήτ᾽ εἰς Πελοπόννησον ὁρμῆσαι.

[73] οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον[3] ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν·

καὶ γὰρ εὔηθες τὰ οἰκεῖ᾽ αὐτοὺς προϊεμένους

τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι,

καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν.

οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματ᾽ ἀποστέλλειν φημὶ δεῖν

καὶ τἄλλ᾽ ὅσ᾽ ἀξιοῦσι ποιεῖν,

αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δ᾽ ἄλλους Ἕλληνας συγκαλεῖν,

συνάγειν, διδάσκειν, νουθετεῖν·

ταῦτ᾽ ἐστὶν πόλεως[4] ἀξίωμ᾽ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει.

[74] εἰ δ᾽ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας,

ὑμεῖς δ᾽ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε·

ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις.

ἀλλ᾽ ὑμῖν τοῦτο πρακτέον·

ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον

μετὰ πολλῶν καὶ μεγάλων κινδύνων.

[75] εἰ δ᾽ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται,

καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν,

πρῶτον μὲν οὐδὲ μήποθ᾽[5] εὕρῃ τοὺς ποιήσοντας,

ἔπειτα δέδοιχ᾽ ὅπως μὴ πάνθ᾽ ἅμ᾽ ὅσ᾽ οὐ βουλόμεθα
ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.

[76] ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω·

καὶ οἴομαι καὶ νῦν ἔτ᾽ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων[6].

εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω.

ὅ τι δ᾽ ὑμῖν δόξει, τοῦτ᾽, ὦ πάντες θεοί, συνενέγκοι.

 


[1] ordne: ἴσως κάθηταί τις πάλαι ἡδέως ἂν <ταῦτα> ἐρωτήσας, außerdem: ἂν beim Part.Aor.: Irrelais

[2] τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε „es liegt fern von dem für jenen Nützlichen“ = „es liegt nicht in jenes Mannes Interesse“ – Subjekt dazu ist der folgende substant. Infinitiv

[3] ἀναγκαῖον: zu μηδέν gehörig

[4] πόλεως: Gen.poss zu ἐστίν

[5] οὐδὲ <δέδοικα> μήποτε: ich fürchte nicht, dass jemals…“ = „niemals“

[6] τούτων γιγνομένων: konditional auflösen