pDem9.11-20 Text

[11] τοῦτο μὲν[1] γὰρ Ὀλυνθίοις, τετταράκοντ᾽ ἀπέχων τῆς πόλεως στάδια, εἶπεν ὅτι δεῖ δυοῖν θάτερον[2],  ἢ ἐκείνους ἐν Ὀλύνθῳ μὴ οἰκεῖν ἢ αὑτὸν ἐν Μακεδονίᾳ,  πάντα τὸν ἄλλον χρόνον[3], εἴ τις αὐτὸν αἰτιάσαιτό[4] τι τοιοῦτον,  ἀγανακτῶν καὶ πρέσβεις πέμπων τοὺς ἀπολογησομένους·  τοῦτο δ᾽ εἰς Φωκέας[5] ὡς πρὸς συμμάχους[6] ἐπορεύετο,  καὶ πρέσβεις Φωκέων ἦσαν οἳ παρηκολούθουν αὐτῷ πορευομένῳ,  καὶ παρ᾽ ἡμῖν ἤριζον οἱ πολλοὶ  Θηβαίοις οὐ λυσιτελήσειν τὴν ἐκείνου πάροδον[7].

 

[12] καὶ μὴν καὶ Φερὰς πρώην ὡς φίλος καὶ σύμμαχος εἰς Θετταλίαν ἐλθὼν ἔχει καταλαβών,  καὶ τὰ τελευταῖα τοῖς ταλαιπώροις Ὠρείταις τουτοισὶ ἐπισκεψομένους ἔφη  τοὺς στρατιώτας πεπομφέναι κατ᾽ εὔνοιαν·  πυνθάνεσθαι γὰρ αὐτοὺς[8] ὡς νοσοῦσι καὶ στασιάζουσιν,  συμμάχων[9] δ᾽ εἶναι καὶ φίλων ἀληθινῶν ἐν τοῖς τοιούτοις καιροῖς παρεῖναι.

 

[13] εἶτ᾽ οἴεσθ᾽ αὐτόν, [10]οἳ ἐποίησαν μὲν οὐδὲν ἂν[11] κακόν,  μὴ παθεῖν δ᾽ ἐφυλάξαντ᾽ ἂν ἴσως,  τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι,  ὑμῖν δ᾽ ἐκ προρρήσεως πολεμήσειν,
καὶ ταῦθ᾽ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε;

 

[14] οὐκ ἔστι ταῦτα· καὶ γὰρ ἂν ἀβελτερώτατος εἴη πάντων ἀνθρώπων,  εἰ τῶν ἀδικουμένων ὑμῶν[12] μηδὲν ἐγκαλούντων αὐτῷ,  ἀλλ᾽ ὑμῶν αὐτῶν τινὰς αἰτιωμένων,  ἐκεῖνος ἐκλύσας τὴν πρὸς ἀλλήλους ἔριν ὑμῶν καὶ φιλονικίαν[13]  ἐφ᾽ αὑτὸν προείποι τρέπεσθαι,  καὶ τῶν παρ᾽ ἑαυτοῦ μισθοφορούντων[14] τοὺς λόγους ἀφέλοιτο,  οἷς ἀναβάλλουσιν ὑμᾶς, λέγοντες ὡς ἐκεῖνός γ᾽ οὐ πολεμεῖ τῇ πόλει.

 

[15] ἀλλ᾽ ἔστιν, ὦ πρὸς τοῦ Διός, ὅστις εὖ φρονῶν ἐκ τῶν ὀνομάτων μᾶλλον  ἢ τῶν πραγμάτων τὸν ἄγοντ᾽ εἰρήνην ἢ πολεμοῦνθ᾽ αὑτῷ σκέψαιτ᾽ ἄν;  οὐδεὶς δήπου.  ὁ τοίνυν Φίλιππος ἐξ ἀρχῆς, ἄρτι τῆς εἰρήνης γεγονυίας,  οὔπω Διοπείθους[15] στρατηγοῦντος  οὐδὲ τῶν ὄντων ἐν Χερρονήσῳ νῦν ἀπεσταλμένων[16],  Σέρριον καὶ Δορίσκον[17] ἐλάμβανε  καὶ τοὺς ἐκ Σερρείου τείχους καὶ Ἱεροῦ ὄρους[18] στρατιώτας ἐξέβαλλεν,  οὓς ὁ ὑμέτερος στρατηγὸς κατέστησεν.

 

[16] καίτοι ταῦτα πράττων τί ἐποίει[19]; εἰρήνην μὲν γὰρ ὠμωμόκει.  καὶ μηδεὶς εἴπῃ, ‘τί δὲ ταῦτ᾽ ἐστίν, ἢ τί τούτων μέλει τῇ πόλει;’  εἰ[20] μὲν γὰρ μικρὰ ταῦτα[21], ἢ μηδὲν ὑμῖν αὐτῶν ἔμελεν,  ἄλλος ἂν εἴη λόγος οὗτος[22]·  τὸ δ᾽ εὐσεβὲς καὶ τὸ δίκαιον,  ἄν τ᾽ ἐπὶ μικροῦ τις ἄν τ᾽ ἐπὶ μείζονος[23] παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν.  φέρε δὴ νῦν, ἡνίκ᾽ εἰς Χερρόνησον,  ἣν βασιλεὺς[24] καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἐγνώκασιν εἶναι,  ξένους εἰσπέμπει καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ;

 

[17] φησὶ μὲν γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ [25]τοσούτου δέω  ταῦτα ποιοῦντ᾽ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην,  ὥστε καὶ Μεγάρων ἁπτόμενον κἀν Εὐβοίᾳ τυραννίδα κατασκευάζοντα  καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τἀν Πελοποννήσῳ σκευωρούμενον  καὶ πάνθ᾽ ὅσα πράττει μετὰ τῆς δυνάμεως ποιοῦντα,  λύειν φημὶ τὴν εἰρήνην καὶ πολεμεῖν ὑμῖν,  εἰ μὴ καὶ τοὺς τὰ μηχανήματ᾽ ἐφιστάντας εἰρήνην ἄγειν φήσετε,  ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν. ἀλλ᾽ οὐ φήσετε· [26]ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος,  οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ.

 

[18] τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτ᾽ ἄν, εἴ τι γένοιτο;  τῷ[27] τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι,  τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθ᾽ ὑμῖν γενέσθαι κύριον,  τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι[28].  εἶτα τὸν τοῦτο τὸ μηχάνημ᾽ ἐπὶ τὴν πόλιν ἱστάντα,  τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς;

 

[19] πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ἀφ᾽ ἧς ἡμέρας ἀνεῖλε Φωκέας,  ἀπὸ ταύτης ἔγωγ᾽ αὐτὸν πολεμεῖν ὁρίζομαι.  ὑμᾶς δ᾽, ἐὰν ἀμύνησθ᾽ ἤδη, σωφρονήσειν φημί,  ἐὰν δ᾽ ἐάσητε, οὐδὲ τοῦθ᾽ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι.  καὶ τοσοῦτόν γ᾽ ἀφέστηκα τῶν ἄλλων, ὦ ἄνδρες Ἀθηναῖοι,  τῶν συμβουλευόντων,  ὥστ᾽ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου,  ἀλλ᾽ ἐπαμῦναι μὲν τούτοις,

 

[20] καὶ διατηρῆσαι μή τι πάθωσι,  καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθ᾽ ὅσων ἂν δέωνται ἀποστεῖλαι,  βουλεύεσθαι μέντοι[29] περὶ πάντων τῶν Ἑλλήνων  ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων.  βούλομαι δ᾽ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι,
ἵν᾽, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν  καὶ πρόνοιάν τιν᾽ ὑμῶν γ᾽ αὐτῶν,  εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε,  ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ,  μήτε νῦν μήτ᾽ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε[30].

 

 

 


[1] τοῦτο μέν ... τοῦτο δέ ≙ τὸ μέν ... τὸ δέ „zum einen … zum andern“

[2] δυοῖν θάτερον = δυοῖν τὸ ἕτερον „von zwei <Möglichkeiten nur> eine“ - erg. γενέσθαι

[3] πάντα τὸν ἄλλον χρόνον zu ἀγανακτῶν καὶ … πέμπων  - PC konzessiv oder adversativ aufzulösen

[4] αἰτιάσαιτό Iterativ i.d. Vgght.

[5] εἰς Φωκέας „gegen die Phoker, ins Gebiet der Phoker“ – nach dem Hilferuf Thebens an Philipp. Das war während der Friedensverhandlungen 346.

[6] ὡς πρὸς συμμάχους „wie zu Bundesgenossen“

[7] πάροδον: nämlich durch die Thermopylen

[8] πυνθάνεσθαι γὰρ αὐτοὺς ὡς νοσοῦσι Prolepsis, lies· πυνθάνεσθαι γὰρ ὡς αὐτοὶ νοσοῦσι

[9] συμμάχων Gen. possessivus

[10] wie in [2]: οἳ ... τούτους lies: τούτους, οἳ …

[11] ἄν Potentialis der Vergangenheit

[12] ὑμῶν Apposition zu τὡν ἀδικουμένων

[13] τὴν ... ἔριν ὑμῶν καὶ φιλονικίαν: AO sowohl zu ἐκλύσας als auch zu τρέπεσθαι (constructio ἀπὸ κοινοῦ)

[14] μισθοφορούντων gemeint sind die promakedonische Parteigänger wie Aischines und Eubulos

[15] zu Διοπείθης s. die hist. Situation

[16] ἀπεσταλμένων erg. στρατιωτῶν

[17] Σέρριον καὶ Δορίσκον s. Der neue Pauly s.v.  dazu Aischines: Σέρριον τεῖχος καὶ Δορίσκον καὶ Ἐργίσκην καὶ Μυρτίσκην καὶ Γάνος καὶ Γανιάδα, χωρία ὧν οὐδὲ τὰ ὀνόματα ᾔδεμεν πρότερον

[18] Ἱερὸν ὄρος liegt an der Küste der Propontis (Marmarameer) an der Wurzel der Chersones.

[19] πράττω „tun, handeln, erledigen“ || ποιέω „machen, herstellen, zustande bringen, bewirken“

[20] εἰ „ob“

[21] μικρά erg. ἦν

[22] οὗτος ist Subjekt. Ist das Subjekt ein Adj./Pron., richtet es sich im Gen./Num. nach seinem Beziehungswort. Im Dt. ist es immer ein Neutr.

[23] ἐπὶ μικροῦ/ ἐπὶ μείζονος erg. πράγματος

[24] βασιλεύς gemeint ist der persische Großkönig als kleinasiatischer Nachhbar

[25] τοσούτου ff. lies τοσούτου δέω ὁμολογεῖν …, ὥστε … φημί ...

[26] ordne: ὁ γὰρ ταῦτα, οἷς ἂν ἐγὼ ληφθείην, πράττων …

[27] τῷ beantwortet die Frage τίσιν; ebenfalls mit dem Dat. instrumentalis

[28] Philipp hatte Kontakt zu den peloponnesischen Städten aufgenommen, s. hist. Situation

[29] μέντοι „freilich“ anstelle von δέ, aber stärker

[30] προσέχητε erg. νοῦν