ZT03 Εἰς Ἀφροδίτην Nr. 6

Homerischer Hymnos Nr. 6

         αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην

         ᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν

         εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος

         ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

5       ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι

         δέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν·

         κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν

         καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν

         ἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·

10     δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν

         ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ

         Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιεν

         ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.

         αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,

15     ἦγον ἐς ἀθανάτους· οἳ δ᾽ ἠσπάζοντο ἰδόντες

         χερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος

         εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,

         εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.

         χαῖρ᾽ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ᾽ ἐν ἀγῶνι

20     νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν.

         αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.