pDem1.13-18

[13] μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν[1]

πάνθ᾽ ὃν ἐβούλετ᾽ εὐτρεπίσας τρόπον ᾤχετ᾽ εἰς Θρᾴκην·

εἶτ᾽ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε·

πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν,

ἀλλ᾽ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν.

τὰς δ᾽ ἐπ᾽ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ

καὶ πρὸς Ἀρύββαν[2] καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.

 

[14] τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν;

ἵνα γνῶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθ᾽ ἀμφότερα,

καὶ τὸ[3] προΐεσθαι καθ᾽ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές,

καὶ τὴν[4] φιλοπραγμοσύνην ᾗ χρῆται καὶ συζῇ Φίλιππος,

ὑφ᾽ ἧς οὐκ ἔστιν ὅπως[5] ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει.

εἰ δ᾽ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται[6],

ἡμεῖς δ᾽ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων,

σκοπεῖσθ᾽ εἰς τί ποτ᾽ ἐλπὶς[7] ταῦτα τελευτῆσαι.

 

[15] πρὸς θεῶν, τίς οὕτως εὐήθης ἐστὶν ὑμῶν

ὅστις ἀγνοεῖ τὸν ἐκεῖθεν πόλεμον δεῦρ᾽ ἥξοντα, ἂν ἀμελήσωμεν;

ἀλλὰ μήν, εἰ τοῦτο γενήσεται, δέδοικ᾽, ὦ ἄνδρες Ἀθηναῖοι,

μὴ τὸν αὐτὸν τρόπον

ὥσπερ οἱ δανειζόμενοι ῥᾳδίως ἐπὶ[8] τοῖς μεγάλοις τόκοις

μικρὸν εὐπορήσαντες χρόνον ὕστερον καὶ τῶν ἀρχαίων ἀπέστησαν[9],

οὕτω καὶ ἡμεῖς ἂν ἐπὶ πολλῷ φανῶμεν ἐρρᾳθυμηκότες,

καὶ ἅπαντα πρὸς ἡδονὴν ζητοῦντες
πολλὰ καὶ χαλεπὰ ὧν οὐκ ἐβουλόμεθ᾽ ὕστερον εἰς ἀνάγκην ἔλθωμεν ποιεῖν,

καὶ κινδυνεύσωμεν περὶ τῶν ἐν αὐτῇ τῇ χώρᾳ.

 

[16] τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι,

τὸ δ᾽ ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν ἀποφαίνεσθαι,

τοῦτ᾽ εἶναι συμβούλου.

ἐγὼ δ᾽ οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽

ὅτι πολλάκις ὑμεῖς οὐ τοὺς αἰτίους,

ἀλλὰ τοὺς ὑστάτους περὶ τῶν πραγμάτων εἰπόντας ἐν ὀργῇ ποιεῖσθε,

ἄν τι μὴ κατὰ γνώμην ἐκβῇ·

οὐ μὴν οἶμαι δεῖν τὴν ἰδίαν ἀσφάλειαν σκοποῦνθ᾽ ὑποστείλασθαι

περὶ ὧν ὑμῖν συμφέρειν ἡγοῦμαι.

 

[17] φημὶ δὴ διχῇ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν[10],

τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν

καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν,

καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν

καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις·

 

[18] εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε,

ὀκνῶ μὴ μάταιος ἡμῖν ἡ στρατεία γένηται.

εἴτε γὰρ ὑμῶν τὴν ἐκείνου[11] κακῶς ποιούντων,

ὑπομείνας τοῦτ᾽ Ὄλυνθον παραστήσεται,

ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἐλθὼν ἀμυνεῖται·

εἴτε βοηθησάντων μόνον ὑμῶν εἰς Ὄλυνθον,

ἀκινδύνως ὁρῶν ἔχοντα τὰ οἴκοι,

προσκαθεδεῖται καὶ προσεδρεύσει τοῖς πράγμασι,

περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων.

δεῖ δὴ πολλὴν καὶ διχῇ τὴν βοήθειαν εἶναι.

 

 


[1] Φεράς, Παγασάς, Μαγνησίαν, πάντα erg. aus dem vorherigen Satz λαβών

[2] Ἀρύββας s. RE s.v.

[3] Ordne: ὡς ἀλυσιτελές καθ᾽ ἕκαστον (=jedesmal) <ἐστι> τὸ προΐεσθαι ἀεί τι τῶν πραγμάτων

[4] Lies: ᾗ φιλοπραγμαςύνῃ χρῆται καὶ συζῇ Φίλιππος

[5] ὅπως indefinites ὡς „dass jemals“

[6] ἐγνωκώς ἐστι „er hat sich verstanden zu – er hat die Einstellung – er ist so eingestellt“

[7] ἐλπίς erg. ἐστι „es ist vorauszusehen“ – syntaktisch ein AcI im Relativ-/indir.Fragesatz.

[8] ἐπί τινι „unter der Bedingung von etwas“

[9] ἀπέστησαν gnom. Aorist

[10] ὑμῖν Dat.auct.

[11] τὴν ἐκείνου erg. χῶραν