pDem.1.7-12 Text

[7] νυνὶ γάρ, ὃ πάντες ἐθρύλουν τέως, Ὀλυνθίους ἐκπολεμῶσαι δεῖν[1] Φιλίππῳ, γέγονεν αὐτόματον, καὶ ταῦθ᾽ ὡς[2] ἂν ὑμῖν μάλιστα συμφέροι. εἰ μὲν γὰρ ὑφ᾽ ὑμῶν πεισθέντες ἀνείλοντο τὸν πόλεμον, σφαλεροὶ σύμμαχοι[3] καὶ μέχρι του[4] ταῦτ᾽ ἂν ἐγνωκότες ἦσαν ἴσως· ἐπειδὴ δ᾽ ἐκ τῶν πρὸς αὑτοὺς ἐγκλημάτων[5] μισοῦσι[6], βεβαίαν εἰκὸς[7] τὴν ἔχθραν αὐτοὺς ^^ὑπὲρ ὧν φοβοῦνται καὶ πεπόνθασιν ἔχειν.

 

[8] οὐ δεῖ δὴ τοιοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, παραπεπτωκότα καιρὸν ἀφεῖναι, οὐδὲ παθεῖν ταὐτὸν ὅπερ ἤδη πολλάκις πρότερον πεπόνθατε. εἰ γάρ, ὅθ᾽ ἥκομεν Εὐβοεῦσιν βεβοηθηκότες καὶ παρῆσαν Ἀμφιπολιτῶν Ἱέραξ καὶ Στρατοκλῆς ἐπὶ τουτὶ τὸ βῆμα, κελεύοντες ἡμᾶς πλεῖν καὶ παραλαμβάνειν τὴν πόλιν, τὴν αὐτὴν παρειχόμεθ᾽ ἡμεῖς ὑπὲρ ἡμῶν αὐτῶν προθυμίαν ἥνπερ ὑπὲρ τῆς Εὐβοέων σωτηρίας, εἴχετ᾽ ἂν Ἀμφίπολιν τότε καὶ πάντων τῶν μετὰ ταῦτ᾽ ἂν ἦτ᾽ ἀπηλλαγμένοι[8] πραγμάτων.

 

[9] καὶ πάλιν ἡνίκα[9] Πύδνα, Ποτείδαια, Μεθώνη, Παγασαί, τἄλλα, ἵνα μὴ καθ᾽ ἕκαστα λέγων διατρίβω, πολιορκούμεν᾽ ἀπηγγέλλετο, εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ[10] προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ. νῦν δὲ τὸ μὲν παρὸν ἀεὶ προϊέμενοι, τὰ δὲ μέλλοντ᾽ αὐτόματ᾽ οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον ἡλίκος οὐδείς πω βασιλεὺς γέγονεν Μακεδονίας. νυνὶ δὴ καιρὸς ἥκει τις, οὗτος ὁ τῶν Ὀλυνθίων, αὐτόματος τῇ πόλει, ὃς οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων.

 

[10] καὶ ἔμοιγε δοκεῖ τις ἄν[11], ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιος λογιστὴς τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων[12] καταστάς, καίπερ[13] οὐκ ἐχόντων ὡς δεῖ πολλῶν, ὅμως μεγάλην ἂν ἔχειν[14] αὐτοῖς χάριν, εἰκότως[15]· τὸ μὲν γὰρ πόλλ᾽ ἀπολωλεκέναι[16] κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο[17] πεπονθέναι[18] πεφηνέναι τέ τιν᾽ ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον[19], ἂν βουλώμεθα χρῆσθαι[20], τῆς παρ᾽ ἐκείνων εὐνοίας εὐεργέτημ᾽ ἂν ἔγωγε θείην.

 

[11] ἀλλ᾽, οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως· ἂν μὲν γάρ, ὅσ᾽ ἄν τις λάβῃ, καὶ σῴσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανήλωσε[21] καὶ τὸ μεμνῆσθαι τὴν χάριν. καὶ περὶ τῶν πραγμάτων[22] οὕτως οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδ᾽ εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται. διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτ᾽ ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.

 

[12] εἰ δὲ προησόμεθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπους, εἶτ᾽ Ὄλυνθον ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον ἔτ᾽ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται. ἆρα λογίζεταί τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον δι᾽ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατ᾽ ἀρχὰς Φίλιππος; τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη· [13] μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν[23]πάνθ᾽ ὃν ἐβούλετ᾽ εὐτρεπίσας τρόπον ᾤχετ᾽ εἰς Θρᾴκην· εἶτ᾽ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε· πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλ᾽ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν. τὰς δ᾽ ἐπ᾽ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.

 

 


[1] Ὀλυνθίους ἐκπολεμῶσαι δεῖν unpers. Konstruktion ("man"), Ὀλυνθίους = AO

[2] καὶ ταῦθ᾽ ὡς lies καὶ ταῦθ᾽ οὕτως ὡς

[3] ἦσαν gehört als Kopula zu σύμμαχοι und zu ἐγνωκότες

[4] μέχρι του „bis zu irgendeinem Punkt = bis auf Weiteres“

[5] ἐγκλημάτων Die Olynthier bitten gerade die Athener um Beistand. Philipps Vorwurf des Verrats muss sich also an sie selbst (αὑτούς) richten (und nicht an die Athener)

[6] μισοῦσι erg. Φίλιππον

[7] εἰκὸς Εllipse, lies εἰκός ἐστιν

[8] ἦτ᾽ ἀπηλλαγμένοι = ἀπηλλαγμένοι ἦτε Umschreibung im Perf. MP.

[9] ἡνίκα Dieser Temporalsatz ist abhängig vom folgenden Konditionalsatz (εἰ) zu verstehen; er ist ihm vorangestellt, und dort weist τότε darauf zurück

[10] ἑνὶ τῷ πρώτῳ einem, und zwar dem ersten = dem ersten besten

[11] ἄν zu καταστάς: Potentialis im PC

[12] ὑπηργμένων erg. πραγμάτων

[13] καίπερ leitet einen konzessiven GA ein.

[14] ἂν ἔχειν potential

[15] εἰκότως nachgestellt "und zwar ..."

[16] ἀπολωλεκέκναι erg. ἡμᾶς

[17] πάλαι „viel früher“ τοῦτο meint das letzte voranstehende Neutrum Sg., nämlich τὸ πόλλ᾽ ἀπολωλεκέναι

[18] πεπονθέναι erg. ἡμᾶς

[19] ἀντίρροπον Prädikativum "als ..."

[20] χρῆσθαι erg. "es", das Gegengewicht

[21] συνανήλωσε gnomischer Aorist, außerdem metaphorisch gebraucht: „verliert er“

[22] τὰ πράγματα im Gegensatz zu χρήματα: Handlungen, Betätigungen, politisches Handeln

[23] Φεράς, Παγασάς, Μαγνησίαν, πάντα erg. aus dem vorherigen Satz λαβών