pDem9.50-60

[50] ἐπειδὰν δ᾽ ἐπὶ τούτοις πρὸς νοσοῦντας ἐν αὑτοῖς προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας δι᾽ ἀπιστίαν ἐξίῃ, μηχανήματ᾽ ἐπιστήσας πολιορκεῖ. καὶ σιωπῶ θέρος καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδ᾽ ἐστὶν ἐξαίρετος ὥρα τις ἣν διαλείπει.

[51] ταῦτα μέντοι πάντας[1] εἰδότας καὶ λογιζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδ᾽ εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλ᾽ ὡς ἐκ πλείστου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς, ὅπως[2] οἴκοθεν μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλακέντας διαγωνίζεσθαι[3].

[52] πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθ᾽ ἡμῖν ὑπάρχει, ἄν περ, ὦ ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν ἃ δεῖ, ἡ φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα[4] μυρία· εἰς δ᾽ ἀγῶνα ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.

[53] οὐ μόνον δὲ δεῖ ταῦτα γιγνώσκειν, οὐδὲ τοῖς ἔργοις ἐκεῖνον ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ διανοίᾳ τοὺς παρ᾽ ὑμῖν ὑπὲρ αὐτοῦ λέγοντας μισῆσαι, ἐνθυμουμένους[5] ὅτι οὐκ ἔνεστι τῶν τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσηθ᾽ ὑπηρετοῦντας ἐκείνοις.

[54] ὃ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς οὐ δυνήσεσθ᾽ ὑμεῖς ποιῆσαι, ἀλλ᾽ εἰς τοῦτ᾽ ἀφῖχθε μωρίας ἢ παρανοίας ἢ οὐκ ἔχω τί λέγω (πολλάκις γὰρ ἔμοιγ᾽ ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι, μή τι δαιμόνιον τὰ πράγματ᾽ ἐλαύνῃ), ὥστε λοιδορίας[6], φθόνου, σκώμματος, ἧστινος ἂν τύχηθ᾽ ἕνεκ᾽ αἰτίας ἀνθρώπους μισθωτούς, ὧν οὐδ᾽ ἂν ἀρνηθεῖεν ἔνιοι ὡς οὐκ εἰσὶ τοιοῦτοι, λέγειν κελεύετε, καὶ γελᾶτε, ἄν τισι λοιδορηθῶσιν.

[55] καὶ οὐχί πω τοῦτο δεινόν, καίπερ ὂν δεινόν· ἀλλὰ καὶ μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις ἢ τοῖς ὑπὲρ ὑμῶν λέγουσιν. καίτοι θεάσασθε ὅσας συμφορὰς παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι. λέξω δ᾽ ἔργα ἃ πάντες εἴσεσθε.

[56] ἦσαν ἐν Ὀλύνθῳ τῶν ἐν τοῖς πράγμασιν τινὲς μὲν Φιλίππου[7] καὶ πάνθ᾽ ὑπηρετοῦντες ἐκείνῳ, τινὲς δὲ τοῦ βελτίστου[8] καὶ ὅπως[9] μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες. πότεροι δὴ τὴν πατρίδ᾽ ἐξώλεσαν; ἢ πότεροι τοὺς ἱππέας προὔδοσαν, ὧν προδοθέντων Ὄλυνθος ἀπώλετο; οἱ τὰ Φιλίππου φρονοῦντες, καὶ ὅτ᾽ ἦν[10] ἡ πόλις τοὺς τὰ βέλτιστα λέγοντας συκοφαντοῦντες καὶ διαβάλλοντες οὕτως, ὥστε τόν γ᾽ Ἀπολλωνίδην καὶ ἐκβαλεῖν ὁ δῆμος ὁ τῶν Ὀλυνθίων ἐπείσθη.

[57] οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα κάκ᾽ εἰργάσατο, ἄλλοθι δ᾽ οὐδαμοῦ· ἀλλ᾽ ἐν Ἐρετρίᾳ, ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων ὁ δῆμος εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν, οἱ μὲν ἐφ᾽ ὑμᾶς ἦγον τὰ πράγματα, οἱ δ᾽ ἐπὶ Φίλιππον. ἀκούοντες δὲ τούτων τὰ πολλά μᾶλλον οἱ ταλαίπωροι καὶ δυστυχεῖς Ἐρετριεῖς, τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὑτῶν λέγοντας ἐκβαλεῖν.

[58] καὶ γάρ τοι πέμψας Ἱππόνικον ὁ σύμμαχος αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους, τὰ τείχη περιεῖλε τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον, Αὐτομέδοντα, Κλείταρχον· καὶ μετὰ ταῦτ᾽ ἐξελήλακεν ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι, τότε μὲν πέμψας τοὺς μετ᾽ Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς μετὰ Παρμενίωνος.

[59] καὶ τί δεῖ τὰ πολλὰ[11] λέγειν; ἀλλ᾽ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτ᾽ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρ᾽ ἡμῖν ποτ᾽ ἐνθάδ᾽ οἰκήσας, ὅπως[12] ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται.

[60] οὗτος τὰ μὲν ἄλλ᾽ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθ᾽ ὑπὸ τοῦ δήμου, πόλλ᾽ ἂν εἴη[13] λέγειν· ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετ᾽ αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν. συστραφέντες δ᾽ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν.

 


[1] πάντας: erg. ὑμᾶς

[2] ὅπως: ordne σκοποῦντας, ὅπως …

[3] οὐχὶ συμπλακέντας διαγωνίζεσθαι: asyndetisch parallel zu φυλάττεσθαι

[4] ἄλλα …: asyndetisch

[5] ἐνθυμουμένους: setzt δεῖ ταῦτα γιγνώσκειν <ὑμᾶς> fort.

[6] λοιδορίας: dies und die folgenden Genetive gehören zum nachgestellten ἔνεκα

[7] Φιλίππου: Gen. poss.

[8] τοῦ βελτίστου: parallel zu Φιλίππου

[9] ὅπως: ordne πραττοντες ὅπως ...

[10] ἦν: hier Vollverb „existierte“

[11] τὰ πολλά: hier AO „die Vielzahl, die vielen Fälle“

[12] vor ὅπως ist ein erneutes ἔπραττε zu ergänzen.

[13] εἴη = ἐξείη