e08.1 Σίσυφος
Κonsequent ins Präsens übertragen
Apollodor, Bibliotheke 1.85
- κολάζεται δὲ Σίσυφος ἐν Ἅιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων,
- καὶ τοῦτον <ὑπὲρ τὸ ἄκρον> ὑπερβάλλειν θέλων·
- οὗτος δὲ ὠθούμενος ὑπ' αὐτοῦ
- ὠθεῖται πάλιν εἰς τοὐπίσω.
- τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν·
- ὅτι γὰρ ἁρπάζοντα αὐτὴν κρύφα Δία Ἀσωπῷ ἐμήνυε ζητοῦντι λέγεται.
Apollodor, Bibliotheke 3.157
- ὁ δὲ Ἀσωπὸς ποταμὸς παῖς ἐστιν Ὠκεανοῦ καὶ Τηθύος,
- ὡς δὲ Ἀκουσίλαος λέγει, παῖς ἐστιν Πηροῦς καὶ Ποσειδῶνος, Akusilaos ist ein Gelehrter.
ὡς „wie“ - ἡ Πηρώ, οῦς „Pero“ - ὡς δέ τινες λέγουσιν, παῖς ἐστιν Διὸς καὶ Εὐρυνόμης. ἡ Εὐρυνόμη, ης „Eurynome“
- τούτῳ Μετώπη γημαμένη, ἡ Mετώπη, ης „Metope“
- ἣ Λάδωνος τοῦ ποταμοῦ θυγάτηρ ἐστίν, ἣ = Relativpronomen „die“
- δύο μὲν παῖδας τίκτει, Ἰσμηνὸν καὶ Πελάγοντα, „Ismenos und Pelagon“
- εἴκοσι δὲ θυγατέρας,
- ὧν μὲν μίαν Αἴγιναν ἁρπάζει Ζεύς. ὧν = RelPron. „von denen“
- ταύτην Ἀσωπὸς ζητῶν ἧκεν εἰς Κόρινθον,
- καὶ μανθάνει παρὰ Σισύφου
- ὅτι ὁ ἁρπάζων ἐστὶ Ζεύς.
- Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνῶν καὶ διώκων
- πάλιν ἐπὶ τὰ οἰκεῖα ἀποπέμπει ῥεῖθρα
- (διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄνθρακες φέρονται)·
- Αἴγιναν δὲ κομίζων εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον,
- νῦν δὲ Αἴγιναν ἀπ' ἐκείνης καλουμένην,
- μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν.
Apollodor, Bibliotheke, Epitome II.1
- ὁ Τάνταλος ἐν Ἅιδου κολάζεται,
- πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον,
- ἐν λίμνῃ τε διατελῶν
- καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν
- παρὰ τῇ λίμνῃ γιγνόμενα·
- τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων,
- καὶ ὅτε θέλει σπᾶσθαι τούτου ξηραίνεται,
- τῶν δὲ καρπῶν ὁπότε βούλεται μεταλαμβάνεσθαι
- μετεωρίζονται μέχρι νεφῶν ὑπ' ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς.
- κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες,
- ὅτι τὰ τῶν θεῶν ἐξελάλει ἀνθρώποις μυστήρια,
- καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις συγκομίζει.