p24 Aufgabe 2 - Pl.epVII.346d-347e

Zur Abtrennung der Kola: Nach der Trennung bitte in der abgetrennten Zeile Tabulatur betätigen.

ταῦτα συνεθέμεθα τότε. ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα κατ᾽ ἐμαυτὸν γενόμενος, μάλα συγκεχυμένος· πρῶτος δ᾽ ἦν μοι τῆς βουλῆς ἡγούμενος ὅδε [346ε] λόγος. ‘φέρε, εἰ διανοεῖται τούτων μηδὲν ποιεῖν Διονύσιος ὧν φησιν, ἀπελθόντος δ᾽ ἐμοῦ ἐὰν ἐπιστέλλῃ Δίωνι πιθανῶς, αὐτός τε καὶ ἄλλοις πολλοῖς τῶν αὐτοῦ διακελευόμενος, ἃ νῦν πρὸς ἐμὲ λέγει, ὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος ἃ προυκαλεῖτό με δρᾶν, ἀλλ᾽ ὀλιγωρήσαντος τῶν ἐκείνου τὸ παράπαν πραγμάτων, πρὸς δὲ καὶ τούτοισιν ἔτι μηδ᾽ ἐθέλῃ με ἐκπέμπειν, αὐτὸς τῶν ναυκλήρων [347α] μηδενὶ προστάττων, ἐνδείξηται δὲ πᾶσιν ῥᾳδίως ὡς ἀβουλῶν ἐμὲ ἐκπλεῖν, ἆρά τις ἐθελήσει με ἄγειν ναύτης ὁρμώμενον ἐκ τῆς Διονυσίου οἰκίας;’ —ᾤκουν γὰρ πρὸς τοῖς ἄλλοισιν κακοῖς ἐν τῷ κήπῳ τῷ περὶ τὴν οἰκίαν, ὅθεν οὐδ᾽ ἂν ὁ θυρωρὸς ἤθελέν με ἀφεῖναι μὴ πεμφθείσης αὐτῷ τινος ἐντολῆς παρὰ Διονυσίου— ‘ἂν δὲ περιμείνω τὸν ἐνιαυτόν, ἕξω μὲν Δίωνι ταῦτα ἐπιστέλλειν, ἐν οἷς τ᾽ αὖτ᾽ εἰμὶ καὶ ἃ πράττω· καὶ ἐὰν μὲν δὴ ποιῇ τι Διονύσιος ὧν φησιν, οὐ ’ ‘ [347β] παντάπασιν ἔσται μοι καταγελάστως πεπραγμένα—τάλαντα γὰρ ἴσως ἐστὶν οὐκ ἔλαττον, ἂν ἐκτιμᾷ τις ὀρθῶς, ἑκατὸν ἡ Δίωνος οὐσία—ἂν δ᾽ οὖν γίγνηται τὰ νῦν ὑποφαίνοντα οἷα εἰκὸς αὐτὰ γίγνεσθαι, ἀπορῶ μὲν ὅτι χρήσομαι ἐμαυτῷ, ὅμως δὲ ἀναγκαῖον ἴσως ἐνιαυτόν γ᾽ ἔτι πονῆσαι καὶ ἔργοις ἐλέγξαι πειρᾶσθαι τὰς Διονυσίου μηχανάς.’

p25

 

ταῦτά μοι δόξαντα[1], εἰς τὴν ὑστεραίαν εἶπον πρὸς Διονύσιον ὅτι ‘δέδοκταί [347ξ] μοι μένειν· ἀξιῶ μήν,’ ἔφην, ‘μὴ κύριον ἡγεῖσθαί σε Δίωνος ἐμέ, πέμπειν δὲ μετ᾽ ἐμοῦ σὲ παρ᾽ αὐτὸν γράμματα τὰ νῦν δεδογμένα δηλοῦντα, καὶ ἐρωτᾶν εἴτε ἀρκεῖ ταῦτα αὐτῷ, καὶ εἰ μή, βούλεται δὲ ἄλλ᾽ ἄττα καὶ ἀξιοῖ, καὶ ταῦτα ἐπιστέλλειν[2] ὅτι τάχιστα, σὲ δὲ νεωτερίζειν μηδέν πω τῶν περὶ ἐκεῖνον.’ ταῦτα ἐρρήθη, ταῦτα[3] συνωμολογήσαμεν, ὡς νῦν εἴρηται σχεδόν. ἐξέπλευσεν δὴ τὰ πλοῖα μετὰ τοῦτο, καὶ οὐκέτι μοι δυνατὸν ἦν πλεῖν, ὅτε δή μοι καὶ [347δ] Διονύσιος ἐμνήσθη λέγων ὅτι τὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι Δίωνος, τὴν δ᾽ ἡμίσειαν τοῦ ὑέος· ἔφη δὴ πωλήσειν αὐτήν, πραθείσης δὲ τὰ μὲν ἡμίσεα ἐμοὶ δώσειν ἄγειν[4], τὰ δ᾽ ἡμίσεα τῷ παιδὶ καταλείψειν αὐτοῦ· τὸ γὰρ δὴ δικαιότατον οὕτως ἔχειν. πληγεὶς δ᾽ ἐγὼ τῷ λεχθέντι πάνυ μὲν ᾤμην γελοῖον εἶναι ἀντιλέγειν ἔτι, ὅμως δ᾽ εἶπον ὅτι χρείη τὴν παρὰ Δίωνος ἐπιστολὴν περιμένειν ἡμᾶς καὶ ταῦτα πάλιν αὐτὰ ἐπιστέλλειν. ὁ δὲ ἑξῆς τούτοις πάνυ νεανικῶς [347ε] ἐπώλει τὴν οὐσίαν αὐτοῦ πᾶσαν, ὅπῃ τε καὶ ὅπως ἤθελε καὶ οἷστισι, πρὸς ἐμὲ δὲ οὐδὲν ὅλως ἐφθέγγετο περὶ αὐτῶν, καὶ μὴν ὡσαύτως ἐγὼ πρὸς ἐκεῖνον αὖ περὶ τῶν Δίωνος πραγμάτων οὐδὲν ἔτι διελεγόμην· οὐδὲν γὰρ ἔτι πλέον ᾤμην ποιεῖν[5].
 

 


[1] ταῦτά μοι δόξαντα  ταυτῶν μοι δοξάντων

[2] erg. αὐτόν (=Dion)

[3] ταῦτα ... ταῦτα Anapher anstelle der Syndese

[4] ἄγειν finaler Infinitiv: sie mitzunehmen

[5] ποιεῖν bewirken/ tun können