p18 Aufgabe1 zum 07.01.2022

Bitte übersetzt in der rechten Spalte der gegebenen Reihe nach.

οἷον γὰρ γέγονεν,

 

ἀκοῦσαι χρὴ τοὺς [333δ] ἐμὲ παρακαλοῦντας

 

πρὸς τὰ νῦν πράγματα.

 

ἦλθον Ἀθηναῖος ἀνὴρ ἐγώ,

 

ἑταῖρος Δίωνος, σύμμαχος αὐτῷ,

 

πρὸς τὸν τύραννον,

 

ὅπως ἀντὶ πολέμου φιλίαν ποιήσαιμι·

 

διαμαχόμενος δὲ τοῖς διαβάλλουσιν ἡττήθην.

 

πείθοντος δὲ Διονυσίου

 

τιμαῖς καὶ χρήμασιν

 

γενέσθαι μετ᾽ αὐτοῦ ἐμὲ

 

μάρτυρά τε καὶ φίλον

 

πρὸς τὴν εὐπρέπειαν

 

τῆς ἐκβολῆς τῆς Δίωνος

 

αὐτῷ γίγνεσθαι,

 

τούτων δὴ τὸ πᾶν διήμαρτεν.

 

ὕστερον δὲ δὴ κατιὼν οἴκαδε [333ε]

 

Δίων ἀδελφὼ δύο προσλαμβάνει Ἀθήνηθεν,

 

οὐκ ἐκ φιλοσοφίας γεγονότε φίλω,

 

ἀλλ᾽ ἐκ τῆς περιτρεχούσης ἑταιρίας ταύτης

 

τῆς τῶν πλείστων φίλων,

 

ἣν ἐκ τοῦ ξενίζειν τε

 

καὶ μυεῖν καὶ ἐποπτεύειν[i]

 

πραγματεύονται,

 

καὶ δὴ καὶ τούτω

 

τὼ συγκαταγαγόντε αὐτὸν φίλω

 

ἐκ τούτων τε καὶ ἐκ

 

τῆς πρὸς τὴν κάθοδον ὑπηρεσίας

 

ἐγενέσθην ἑταίρω·

 

ἐλθόντες [334α] δὲ εἰς Σικελίαν,

 

ἐπειδὴ Δίωνα ᾔσθοντο διαβεβλημένον

 

εἰς τοὺς ἐλευθερωθέντας ὑπ᾽ αὐτοῦ Σικελιώτας

 

ὡς ἐπιβουλεύοντα γενέσθαι τύραννον,

 

οὐ μόνον τὸν ἑταῖρον

 

καὶ ξένον προύδοσαν,

 

ἀλλ᾽ οἷον τοῦ φόνου αὐτόχειρες ἐγένοντο,

 

ὅπλα ἔχοντες ἐν ταῖς χερσὶν

 

αὐτοὶ τοῖς φονεῦσι παρεστῶτες ἐπίκουροι.

 

καὶ τὸ μὲν αἰσχρὸν καὶ ἀνόσιον

 

οὔτε παρίεμαι ἔγωγε οὔτε τι λέγω

 

—πολλοῖς γὰρ καὶ ἄλλοις

 

ὑμνεῖν ταῦτα ἐπιμελὲς [334β]

 

καὶ εἰς τὸν ἔπειτα μελήσει χρόνον—

 

τὸ δὲ Ἀθηναίων πέρι λεγόμενον,

 

ὡς αἰσχύνην οὗτοι περιῆψαν τῇ πόλει,

 

ἐξαιροῦμαι·

 

φημὶ γὰρ κἀκεῖνον Ἀθηναῖον εἶναι

 

ὃς οὐ προύδωκεν τὸν αὐτὸν τοῦτον,

 

ἐξὸν χρήματα καὶ ἄλλας τιμὰς πολλὰς λαμβάνειν.

 

οὐ γὰρ διὰ βαναύσου φιλότητος

 

ἐγεγόνει φίλος,

 

διὰ δὲ ἐλευθέρας παιδείας κοινωνίαν,

 

ᾗ μόνῃ χρὴ πιστεύειν

 

τὸν νοῦν κεκτημένον

 

μᾶλλον ἢ συγγενείᾳ ψυχῶν καὶ σωμάτων·

 

ὥστε οὐκ ἀξίω [334ξ] ὀνείδους

 

γεγόνατον τῇ πόλει

 

τὼ Δίωνα ἀποκτείναντε,

 

ὡς ἐλλογίμω πώποτε ἄνδρε γενομένω.

 

Ende p18

 

 


[i] Die μύησις ist die erste Stufe der Einweihung in die Mysterien, die ἐποπτία die zweite Stufe.