p23 Aufgabe1 Plat.epVII.342b-342d

 

Bitte nach Kola gliedern

Rohübersetzung

Hilfen

Feinübersetzung

1

ἔστιν τῶν ὄντων ἑκάστῳ, δι᾽ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίγνεσθαι, τρία, τέταρτον δ᾽ αὐτή

 

zu ἀνάγκη erg. ἐστίν - αὐτή = ἐπιστήμη

 

2

- πέμπτον δ᾽ αὐτὸ [342β] τιθέναι δεῖ ὃ δὴ γνωστόν τε καὶ ἀληθῶς ἐστιν ὄν -

 

πέμπτον = prädikativ

 

3

ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τέταρτον δὲ ἐπιστήμη.

 

 

 

4

περὶ ἓν οὖν λαβὲ βουλόμενος μαθεῖν τὸ νῦν λεγόμενον, καὶ πάντων οὕτω πέρι νόησον.

 

Tmesis, lies:
ἓν οὖν περιλαβὲ

 

5

κύκλος ἐστίν τι λεγόμενον, ᾧ τοῦτ᾽ αὐτό ἐστιν ὄνομα ὃ νῦν ἐφθέγμεθα.

 

 

 

6

λόγος δ᾽ αὐτοῦ τὸ δεύτερον, ἐξ ὀνομάτων καὶ ῥημάτων συγκείμενος·

 

 

 

7

τὸ γὰρ ἐκ τῶν ἐσχάτων ἐπὶ τὸ μέσον ἴσον ἀπέχον πάντῃ, λόγος ἂν εἴη ἐκείνου ᾧπερ στρογγύλον καὶ περιφερὲς [342ξ] ὄνομα καὶ κύκλος.

 

Bis πάντῃ absoluter Akk. -

zu ὄνομα erg. ἐστίν

 

8

τρίτον δὲ τὸ ζωγραφούμενόν τε καὶ ἐξαλειφόμενον καὶ τορνευόμενον καὶ ἀπολλύμενον·

 

 

 

9

ὧν αὐτὸς ὁ κύκλος, ὃν πέρι πάντ᾽ ἐστὶν ταῦτα, οὐδὲν πάσχει, τούτων ὡς ἕτερον ὄν.

 

 

 

10

τέταρτον δὲ ἐπιστήμη καὶ νοῦς ἀληθής τε δόξα περὶ ταῦτ᾽ ἐστίν·

 

s. Satz 1

 

11

ὡς δὲ ἓν τοῦτο αὖ πᾶν θετέον, οὐκ ἐν φωναῖς οὐδ᾽ ἐν σωμάτων σχήμασιν ἀλλ᾽ ἐν ψυχαῖς ἐνόν,

 

ἓν = prädikativ

 

12

ᾧ δῆλον ἕτερόν τε ὂν αὐτοῦ τοῦ κύκλου τῆς φύσεως τῶν [342δ] τε ἔμπροσθεν λεχθέντων τριῶν.

 

zu δῆλον erg. ἐστίν

 

13

τούτων δὲ ἐγγύτατα μὲν συγγενείᾳ καὶ ὁμοιότητι
τοῦ πέμπτου νοῦς πεπλησίακεν, τἆλλα δὲ πλέον ἀπέχει.

 

 
  1. zu νοῦς s. Satz 10
 
 
  1.