p19 Aufgabe2 zum 07.01.2022

Bitte übersetzt in der rechten Spalte der gegebenen Reihe nach.

Anfang p19

ταῦτα εἴρηται πάντα

 

τῆς συμβουλῆς ἕνεκα

 

τῶν Διωνείων φίλων καὶ συγγενῶν·

 

συμβουλεύω δὲ δή τι πρὸς τούτοις

 

τὴν αὐτὴν συμβουλὴν

 

καὶ λόγον τὸν αὐτὸν λέγων

 

ἤδη τρίτον τρίτοις ὑμῖν.

 

μὴ δουλοῦσθαι Σικελίαν

 

ὑπ᾽ ἀνθρώποις δεσπόταις,

 

μηδὲ ἄλλην πόλιν,

 

ὅ γ᾽ ἐμὸς λόγος,

 

ἀλλ᾽ ὑπὸ νόμοις·

 

οὔτε γὰρ τοῖς δουλουμένοις

 

οὔτε τοῖς δουλωθεῖσιν ἄμεινον,

 

[334δ] αὐτοῖς καὶ παισὶ

 

παίδων τε καὶ ἐκγόνοις,

 

ἀλλ᾽ ὀλέθριος πάντως ἡ πεῖρα,

 

σμικρὰ δὲ καὶ ἀνελεύθερα ψυχῶν ἤθη

 

τὰ τοιαῦτα ἁρπάζειν κέρδη φιλεῖ,

 

οὐδὲν τῶν εἰς τὸν ἔπειτα

 

καὶ εἰς τὸν παρόντα καιρὸν

 

ἀγαθῶν καὶ δικαίων εἰδότα

 

θείων τε καὶ ἀνθρωπίνων.

 

ταῦτα πρῶτον μὲν Δίωνα

 

ἐπεχείρησα ἐγὼ πείθειν,

 

δεύτερον δὲ Διονύσιον,

 

τρίτους δὲ ὑμᾶς νῦν.

 

καὶ ἐμοὶ πείθεσθε

 

Διὸς τρίτου σωτῆρος χάριν[i],

 

εἶτα εἰς Διονύσιον βλέψαντες καὶ Δίωνα,

 

ὧν ὁ μὲν μὴ πειθόμενος

 

ζῇ τὰ νῦν [334ε] οὐ καλῶς,

 

ὁ δὲ πειθόμενος τέθνηκεν καλῶς·

 

τὸ γὰρ τῶν καλλίστων ἐφιέμενον[ii]

 

αὑτῷ τε καὶ πόλει[iii] πάσχειν

 

ὅτι ἂν πάσχῃ πᾶν ὀρθὸν καὶ καλόν.

 

οὔτε γὰρ πέφυκεν

 

ἀθάνατος ἡμῶν οὐδείς,

 

οὔτ᾽ εἴ τῳ συμβαίη,

 

γένοιτο ἂν εὐδαίμων,

 

ὡς δοκεῖ τοῖς πολλοῖς·

 

κακὸν γὰρ καὶ ἀγαθὸν οὐδὲν

 

λόγου ἄξιόν [335α] ἐστιν τοῖς ἀψύχοις,

 

ἀλλ᾽ ἢ μετὰ σώματος οὔσῃ ψυχῇ

 

τοῦτο συμβήσεται ἑκάστῃ

 

ἢ κεχωρισμένῃ.

 

πείθεσθαι δὲ ὄντως ἀεὶ χρὴ

 

τοῖς παλαιοῖς τε καὶ ἱεροῖς λόγοις,

 

οἳ δὴ μηνύουσιν ἡμῖν

 

ἀθάνατον ψυχὴν εἶναι

 

δικαστάς τε ἴσχειν

 

καὶ τίνειν τὰς μεγίστας τιμωρίας,

 

ὅταν τις ἀπαλλαχθῇ τοῦ σώματος·

 

διὸ καὶ τὰ μεγάλα ἁμαρτήματα καὶ ἀδικήματα[iv]

 

σμικρότερον εἶναι χρὴ νομίζειν κακὸν

 

πάσχειν ἢ δρᾶσαι,

 

ὧν ὁ φιλοχρήματος [335β]

 

πένης τε ἀνὴρ τὴν ψυχὴν[v]

 

οὔτε ἀκούει, ἐάν τε ἀκούσῃ,

 

καταγελῶν, ὡς οἴεται,

 

πανταχόθεν ἀναιδῶς ἁρπάζει πᾶν

 

ὅτιπερ ἂν οἴηται,

 

καθάπερ θηρίον, φαγεῖν ἢ πιεῖν

 

ἢ περὶ τὴν ἀνδραποδώδη καὶ ἀχάριστον,

 

ἀφροδίσιον λεγομένην οὐκ ὀρθῶς,

 

ἡδονὴν ποριεῖν αὑτῷ τοὐμπίμπλασθαι,

 

τυφλὸς ὢν καὶ οὐχ ὁρῶν,

 

οἷς συνέπεται τῶν ἁρπαγμάτων ἀνοσιουργία,

 

κακὸν ἡλίκον ἀεὶ

 

μετ᾽ ἀδικήματος ἑκάστου,

 

ἣν ἀναγκαῖον[vi] τῷ ἀδικήσαντι συνεφέλκειν

 

ἐπί τε γῇ στρεφομένῳ

 

καὶ ὑπὸ γῆς [335ξ] νοστήσαντι[vii] πορείαν

 

ἄτιμόν τε καὶ ἀθλίαν πάντως πανταχῇ.

 

 

 

 

 

 


[i] Διὸς τρίτου σωτῆρος χάριν Wortspiel mit der Redewendung τὸ τρίτον <χεῦμα> τῷ σωτῆρι "den dritten <Opferguss> dem Retter <Zeus>", also "dem Retter Zeus als dem dritten (mit dem dritten Opferguss) zuliebe

[ii] ἐφιέμενον ist Subjektsakkusativ zum substantivierten Infinitiv πάσχειν

[iii] Die Dative sind Ergänzungen zu τῶν καλλίστων

[iv] Akk.Objekte zu πάσχειν ἢ δρᾶσαι

[v] τὴν  ψυχήν adverbialer Akkusativ zu πένης

[vi]  ἀναγκαῖον erg. ἐστίν

[vii] νοστήσαντι πορείαν ἄτιμον im Phaidon beschreibt ein Mythos die ständigen Versuche der Seele des Ungerechten, Verzeihung zu bekommen.